Severianus Gabalensis, Contra Iudaeos, in serpentem aeneum (CPG 4207; BHG 424u)
PG 61, 793-802
33 (793–94) Κατὰ Ἰουδαίων εἰς τὸν ὄψιν τὸν χαλκοῦν· καὶ εἰς τὸ, « Ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· » καὶ
34 εἰς τὸ, « Ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ. »
35 (793) Ὁ τοῦ θεοῦ λόγος, ἀδελφοί, ὡς πολλάκις ἔφθημεν
εἰπόντες, ἁπλοῦς μέν ἐστι καὶ λευκὸς καὶ πᾶσιν εὔδηλος
καὶ φωτὸς πολλοῦ γέμων· διαφόρους δὲ ἔχων τὰς ἐνερ-
γείας, διαφόρους λαμβάνει τὰς προσηγορίας ὡς πολ-
λάκις αὐτὸν ὀνομάζεσθαι καὶ φῶς καὶ ζωὴν καὶ λύχνον
40 καὶ λαμπάδα καὶ ξίφος καὶ ποταμὸν καὶ πηγὴν καὶ
μάχαιραν καὶ πέλεκυν καὶ θύραν. Ταύτας δε τὰς
προσηγορίας δέχεται ἀναλόγως ταῖς εὐεργεσίαις, πρὸς
τὸ ὀμματῶσαι τῶν ἀκροατῶν τὰς ἐννοίας καὶ ἀπὸ τῶν
καθ᾽ ἡμᾶς ἀνάγειν ἡμῶν τὴν διάνοιαν εἰς τὰ ὑπὲρ ἡμᾶς.
45 Ἐντεῦθεν δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ τοῦ
θεοῦ λόγος, ἡ πηγὴ τῆς σοφίας, διαλεγόμενος τῷ λαῷ
παραβολαῖς κέχρηται, ἀπὸ τῶν ἐν κόσμῳ τὰ ὑπὲρ
κόσμον διδάσκων, ἀπὸ τῶν φαινομένων τὰ ἀόρατα, ἀπὸ
τῶν ἀνθρωπίνων τὰ θεῖα. Καὶ ποτὲ μὲν παραβολὴν
50 ἀμπελῶνος φέρει, ποτὲ δὲ παραβολὴν ἁλιείας,
ποτὲ δὲ σαγήνης, ἄλλοτε δὲ ζύμης, ὥσπερ σήμερον
Ἰουδαίοις διαλεγόμενος ἔλεγεν· Ἀνθρωπός τις εἶχε
δύο υἱοὺς καὶ εἶπε τῷ πρώτῳ· Ἄπελθε εἰς τὸν
ἀμπελῶνα ἐργάσαι. Ἐπειδὴ γὰρ παρ᾽ ἡμῖν ταῦτα πο-
55 λιτεύεται καὶ τούτοις ἀναστρεφόμεθα, ὁδηγεῖ ἡμᾶς
πρὸς τὴν ὑπερκόσμιον σοφίαν, οἷον ἔλεγε ἐν τῇ
προτέρᾳ. Τῇ δὲ χθὲς ἡμέρᾳ ἔλεγεν ὁ σωτήρ· Ὁμοία
ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδε-
σπότῃ, ὃς ἐξῆλθεν ἅμα πρωὶ μισθώσασθαι ἐργάτας
60 εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Χθὲς ἀμπελῶνος εἰσήγαγε
παραβολὴν καὶ τῇ σήμερον τὴν αὐτήν. Ἀναγκαῖον δὲ
ἐπισημαίνεσθαι καὶ τοὺς καιροὺς ἐκείνους, καθ᾽ οὓς
ἐξῆλθεν ὁ δεσπότης τοῦ ἀμπελῶνος. Ἐξῆλθε, φησίν,
ἅμα πρωὶ καὶ περὶ τρίτην καὶ ἕκτην καὶ ἐννάτην
65 καὶ ἑνδεκάτην. Φαίνονται πέντε καιροὶ τῆς κλήσεως,
ἅμα πρωί, τρίτη ὥρα, ἕκτη, ἐννάτη, ἑνδεκάτη. Οὐδὲν
ἀργὸν παρὰ θεῷ. Ὁ γὰρ ἀπειλῶν ὅτι Περὶ παντὸς
ἀργοῦ ῥήματος λόγον δώσετε, αὐτὸς πολλῷ μᾶλλον
ἀργῷ οὐκ ἂν ἐχρήσατο, ἡ πηγὴ τῆς σοφίας. Διδάσκει τοί-
70 νυν ἡμᾶς τὸ θεῖον διδασκαλεῖον ὅτι ὁ θεὸς κατὰ δια-
φόρους καιροὺς καλεῖ. Ὁ αὐτός ἐστι δεσπότης, τὸ αὐτὸ
γεώργιον ἔχει, διαφόροις δὲ καιροῖς ποιεῖται τὴν κλῆσιν
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 1
PG 61, 793-802
πρὸς τὰς διαφόρους γενεὰς τῶν ἀνθρώπων. Ἡ ἡμέρα ἡ
αὐτή, ὁ δεσπότης ὁ αὐτός, ὁ ἀμπελὼν ὁ αὐτός. Οἱ και-
75 ροί, καθ᾽ οὓς μισθοῦται, οὐ αὐτοί, ἀλλὰ ἅμα πρωί,
τρίτη, ἕκτη, ἐνάτη, ἑνδεκάτη. Πότε ἐξῆλθεν ἅμα πρωὶ
μισθώσασθαι ἐργάτας; Πρωὶ καλεῖ τὰ προοίμια τῆς
θείας δημιουργίας. Πρωὶ ἦν ὅτε Ἀδὰμ ἐπλάσθη. Ἐν
35 (794) προοιμίοις γὰρ ὁ αἰὼν ἄρτι πρόσφατον ἀνέτειλεν ἥλιον,
ἄρτι πρόσφατον ἀνεδείχθη τῆς σελήνης τὸ κάλλος καὶ
τῶν ἀστέρων ἡ εὐκοσμία. Ἅμα πρωὶ ὁ δεσπότης ἐξῆλθε
μισθώσασθαι. Τίνα πρῶτον ἐμισθώσατο τῶν ἀνθρώπων;
Τὸν Ἀδάμ. Ἔθηκεν ἐν τῷ παραδείσῳ ἐργάζεσθαι καὶ
40 φυλάσσειν. Ἔστι τοίνυν ἡ μὲν πρώτη ἀπὸ τοῦ Ἀδὰμ
μέχρι τοῦ Νῶε, αὕτη μία κλῆσις, εἷς καιρός. Κατ᾽
ἐκεῖνον δὴ τὸν καιρὸν ἐμισθώθη Ἀδὰμ εἰς ἐργασίαν,
Ἄβελ εἰς ἐργασίαν ἀρετῆς, ὁ Σὴθ καὶ ὁ Ἐνώχ, ὁ δι᾽
ὑπερβάλλουσαν ἀρετὴν μετα[τε]θείς. Ἕως τοῦ Νῶε ὁ πρῶ-
45 τος καιρὸς τῆς κλήσεως. Ὅτε ἐφάνη Νῶε, ὁ καιρὸς τῆς
τρίτης ὥρας, ἐξῆλθε πάλιν μισθώσασθαι. Ἀφανισθείσης
γὰρ τῆς πρώτης γενεᾶς διὰ τὴν παρανομίαν, πάλιν
ἐδεήθη δευτέρας κλήσεως τὸ γένος τῶν ἀνθρώπων.
Εἰσάγει δεύτερον ἐργάτας εἰς τὸν ἀμπελῶνα, τοὺς ἀπὸ
50 Νῶε μέχρι τοῦ Ἀβραάμ· δευτέρα κλῆσις. Πρόσεχε
ἀκριβῶς, παρακαλῶ· Πρώτη ὥρα τὰ ἀπὸ τοῦ Ἀδὰμ
μέχρι τοῦ Νῶε· τριτη ὥρα τὰ ἀπὸ Νῶε μέχρις
Ἀβραάμ· ἕκτη ὥρα τὰ ἀπὸ Ἀβραὰμ μέχρι Μωϋσέως·
ἐννάτη ὥρα τὰ ἀπὸ Μωϋσέως μέχρι Χριστοῦ· ἑνδε-
55 κάτη ὥρα τὰ ἀπὸ Χριστοῦ εἰς συντέλειαν. Ὥσπερ
γὰρ ἑνδεκάτη ὥρα τέλος ἡμέρας, οὕτω καὶ ὁ καιρὸς
τῆς παρουσίας τέλος ἦν τῶν αἰώνων. Ὥσπερ γὰρ ἡ
ἑνδεκάτη ὥρα εἰς τέλος ἐπείγει τὴν ἡμέραν, οὕτως ὁ
καιρὸς τῆς παρουσίας τὴν συντέλειαν αἰνίττεται. Διό
60 φησιν ὁ ἀπόστολος Παῦλος· Ταῦτα, ἀδελφοί, τύποι
συνέβαινον ἐκείνοις· ἐγράφη δὲ εἰς νουθεσίαν ἡμῶν,
εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. Καί ὅρα τὸ
θαυμαστόν· Ἐμισθώθησαν οἱ πρῶτοι, οἱ δεύτεροι, οἱ
τρίτοι, οἱ τέταρτοι καὶ ἐπὶ τελει οἱ πέμπτοι. Καὶ μι-
65 σθὸς οὐκ ἐδόθη τοῖς πρώτοις ἕως ἀπήντησαν οἱ τελευ-
ταῖοι, ἀλλὰ τὸν μὲν κόπον ὑπέμειναν, τὸν δὲ μισθὸν
οὐδέπω ἐδεξαντο. Οὐ γὰρ ἠθέλησεν ὁ θεὸς τοῖς πρώτοις
δοῦναι μισθὸν ἕως ἂν ἀπαντῶσιν οἱ καρποὶ τῆς ἐκ-
κλησίας, καὶ κελεύσῃ τῷ οἰκονόμῳ· «Δὸς ἀπὸ τοῦ ἐσχάτου
70 ἕως τοῦ πρώτου». Ὅτι ὑπερέθετο ὁ θεὸς μὴ δοῦναι
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 2
PG 61, 793-802
τὸν μισθὸν τοῖς πρώτοις, ἕως ἂν ἔλθωσιν οἱ τελευταῖοι,
μαρτυρεῖ Παῦλος λέγων ἐν τῇ πρὸς Ἑβραίους. Ἐμνη-
μόνευσε τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πα-
τριαρχῶν καὶ ἑτέρων προφητῶν καὶ δικαίων, καὶ
75 ἐπάγει· Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς
πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ
θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα
μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. Ὥσπερ γὰρ ἐνταῦθα,
(795) ἀδελφοί, πέντε καιροὺς ἔδωκε καὶ κλήσεις, πρῶτον
καιρόν, ἵνα ἐπαναλάβω, τὸν ἀπὸ Ἀδὰμ μέχρι
Νῶε, δεύτερον ἀπὸ Νῶε μέχρις Ἀβραάμ, τρίτον ἀπὸ
Ἀβραὰμ μέχρι Μωϋσέως, τέταρτον ἀπὸ Μωϋσέως
5 μέχρι Χριστοῦ, πέμπτον ἀπὸ τοῦ σωτῆρος μέχρι τῆς
συντελείας· οὕτω καὶ ἀλλαχοῦ παραβολὴν ἐμφαίνων φη-
σίν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρ-
θένοις, αἵτινες ἐξῆλθον εἰς συνάντησιν τῷ νυμφίῳ·
πέντε φρόνημοι, καὶ πέντε μωραί. Διὰ τί πέντε καὶ
10 πέντε; Καθ᾽ ἑκάστην γενεὰν καὶ δίκαιοι καὶ ἄδικοι.
Πέντε φρόνιμοι, καὶ πέντε μωραί· καθ᾽ ἑκάστην γὰρ
γενεὰν καὶ σπουδαῖοι καὶ ῥᾴθυμοι, καὶ εὐλαβεῖς καὶ
ἀνευλαβεῖς. Ὅρα πανταχοῦ τὴν συμφωνίαν τῶν καιρῶν.
Πάντως γὰρ αἱ πέντε κλήσεις αὗται ἰδιαζούσας ἔχουσι
15 πραγματείας καὶ ἴδιον καιρόν. Καὶ ὥσπερ οἱ γεωργοὶ
παρ᾽ ἑκάστου καιροῦ τοὺς καρποὺς τοὺς οἰκείους ἀπαι-
τοῦσι, τὰ τοῦ ἔαρος παρὰ τοῦ ἔαρος, παρὰ τοῦ χειμῶνος
τὰ τοῦ χειμῶνος, παρὰ τοῦ θέρους τὰ ἐξ ἐκείνου, παρὰ τοῦ
μετοπώρου τὰ τῆς οἰκείας τροπῆς, οὕτω καὶ ὁ θεὸς
20 ἀπαιτῶν καρπούς, παρ᾽ ἑκάστου καιροῦ τοὺς οἰκείους
τῆς γενεᾶς ἀπαιτεῖ. Οὐκ ἀπαιτεῖ σε σήμερον καρπόν,
ὃν ἀπῄτησε τοὺς πρώτους. Ἄλλον ἀπαιτεῖ μετὰ τὴν
Χριστοῦ παρουσίαν. Ὥσπερ γὰρ τοὺς πρὸ σοῦ οὐκ
ἀπῄτησε καρποὺς τοὺς κατὰ σέ, ἀλλ᾽ ἑκάστην γενεὰν
25 ἰδίους καρποὺς ἀπαιτεῖ, οὕτω καὶ τότε. Τότε καιρὸς
ἦν ἕτερος καὶ νόμον εἶχεν ἴδιον· νῦν καιρὸς ἕτερος
καὶ διάταγμα ἴδιον ἔχει, οὐ τοῦ θεοῦ μεταβληθέντος,
ἀλλὰ πρόσταγμα ἁρμοζομένου. Διὰ τοῦτο μαρτυρεῖ
πολλάκις τῷ Νῶε ἡ γραφή· Καὶ ἦν Νῶε δίκαιος, τέ-
30 λειος. Πῶς; Ἐν τῇ γενεᾷ αὐτοῦ, πρὸς συγκρισιν
τῶν μετ᾽ αὐτοῦ. Ἕκαστος γὰρ τῆς ἑαυτοῦ γενεᾶς
ἀπαιτεῖται τὴν ὑπηρεσίαν, καθώς φησι Πέτρος περὶ
τοῦ Δαυίδ· Δαυὶδ μὲν τῇ ἰδίᾳ ὑπηρετήσας γενεᾷ, τῇ
τοῦ θεοῦ βουλῇ ἐκοιμήθη. Ἕκαστος κατὰ τὴν ἑαυτοῦ
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 3
PG 61, 793-802
35 γενεάν. Γενεαὶ τοίνυν πέντε. Ταῦτα λέγομεν, οὐχ ἁπλῶς
ἀποφαινόμενοι, ἀλλὰ τοῖς ἴχνεσιν τοῖς δεσποτικοῖς ἀκο-
λουθοῦντες. Ἔδειξε τὴν δύναμιν ὁ σωτήρ· Ἐπανιών,
φησίν, ἐπὶ τὴν πόλιν, εἶδε συκῆν, καὶ οὐκ εἶχεν εἰ
μὴ φύλλα μόνον, καὶ ἐζήτει καρπόν. Προσῆλθε δὲ
40 πεινῶν. Πολλὴν βλέπω τὴν ἀπορίαν ἐν ταῖς λέξεσιν,
ἐὰν μὴ ἡ δύναμις δυσωπήσῃ ἡμῶν τὴν διάνοιαν μηδὲν
κατὰ θεοῦ ἀδιαφόρως φθέγγεσθαι ἢ νοεῖν, ἀλλὰ τῷ
σκοπῷ τῆς ἀληθείας ἐξακολουθεῖν. Ἐπανιών, φησίν,
ἔννυχα λίαν ἐπείνασε, καὶ προσῆλθεν ἐπὶ τὴν συκῆν,
45 ζητῶν καρπόν, καὶ οὐχ εὗρεν· οὐ γὰρ ἦν καιρὸς σύκων.
Οὕτω γέγραπται. Τίς γὰρ οὕτως, οὐ λέγω θεόν, οὐδὲ
τὴν τοῦ θεοῦ ἀξίαν ἐν μέσῳ φέρω νῦν, ἀλλὰ τίς οὕτω
τῶν καθ᾽ ἡμᾶς ἄνθρωπος ἄφρων, ἀσύνετος, ὥστε παρὰ
τὸν καιρὸν ἀπελθεῖν ἐπὶ τὴν συκῆν; Εἰ κατὰ ἄνθρωπον,
50 ἀλλότριον συνετοῦ παρὰ τὸν καιρὸν ζητῆσαι καρπόν·
εἰ κατὰ θεόν, διὰ τί ἰδίας δημιουργίας τοὺς ὅρους
ἠγνόησεν; Ὡς ἂν θέλῃς ἐξετάσαι τὸ ῥῆμα, ἤτοι κατὰ
τὴν ἀνθρωπότητα ἢ τὴν θεότητα, οὐχ ἥρμοσται τῷ
σωτῆρι. Οὔτε ἄνθρωπος συνετὸς παρὰ τὸν καιρὸν
55 ἀπαιτεῖ καρποὺς παρὰ τῶν φυτῶν, ἄλλως τε οὐδ᾽ ἂν
ἀπαιτήσαιεν ἀπ᾽ ἀρχῆς. Οὔτε δὲ αὐτὸς ὁ θεὸς ὁ τάξιν
καὶ καιρὸν καὶ νόμους τεθεικὼς ἑκάστῳ καὶ φυτῷ καὶ
καρπῷ, ἀπῄτησεν ἂν παρὰ τοὺς ἰδίους ὅρους. Εἰ γὰρ σὺ
ἐνομοθέτησας τῇ συκῇ τὸν πρέποντα καιρὸν μὴ ἐν-
60 εγκούσῃ <…> εἰ δὲ καὶ ἦν ὁ καιρός, μὴ ἤνεγκε δὲ καρπόν,
τοῦτο τῆς γνώμης ἦν τοῦ θεοῦ τοῦ μὴ ἐνισχύσαντος τὸ
φυτόν. Ὥστε, ἀδελφοί, οἰκονομία μᾶλλόν ἐστιν ἢ χρεία.
Οὐκ ἔστι χρεία Χριστοῦ, ἀλλ᾽ οἰκονομία· ἐβουλήθη
προοικονομῆσαι τοῦ πάθους ἀσφάλειαν τοῖς μαθηταῖς.
65 Ἐπειδὴ ἔμελλε μετὰ ταύτην τὴν πραγματείαν εὐθέως
εἰσιὼν εἰς Ἱεροσόλυμα ὑπομένειν τὸ πάθος· τῷ γὰρ
ἀκριβῶς ἀναγινώσκοντι εὑρεθήσεται ταύτῃ τῇ ἱστορίᾳ
ἀκολουθοῦσα ἡ τοῦ σταυροῦ δύναμις· ἐπειδὴ ἔμελλεν
εἰσιέναι εἰς Ἱεροσόλυμα καὶ πάσχειν, οἱ δὲ μαθηταὶ
70 ἐσκανδαλίζοντο τῷ πάθει, ἵνα μή τις αὐτὸν ὑπονοήσῃ δι᾽
ἀσθένειαν πάσχειν, δίδωσιν ἐναργεῖς μαρτυρίας, ὅτι
ἠδύνατο τοὺς ἀντιλέγοντας ξηρᾶναι, ὡς τὴν συ-
κῆν· ἵνα τὴν μὲν δύναμιν ἐν τῇ συκῇ τῇ ἀψύχῳ ἐν-
δείξηται, τὴν δὲ μακροθυμίαν ἐν τοῖς λογικοῖς ἀν-
75 θρώποις· ἵνα πρόσφατον ἔχοντες τὴν μνήμην τοῦ θαύ-
ματος, ἐννοήσωσιν ὅτι θέλων ὑπέμεινεν ὁ λόγῳ ξηραί-
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 4
PG 61, 793-802
νων. Ὅτι δέ, ἀδελφοί, ἀληθὴς ὁ λόγος, καὶ διὰ τοῦτο
ταῦτα πάντα οἰκονομεῖ, ἵνα τὴν δύναμιν δείξῃ, ἐκ τῶν
ἑπομένων ἔστι νοῆσαι· πολλοῖς γὰρ πάρεστι νοῆσαι καὶ
80 θεωρῆσαι· «Ἡ συκῆ φησιν ἡ συναγωγὴ τῶν Ἰουδαίων.
(796) Καὶ ἡπείλησε τῇ συναγωγῇ· Μηκέτι ἐκ σοῦ καρπὸς
γένηται εἰς τὸν αἰῶνα». Οὕτω τινὲς ἠθέλησαν θεωρῆσαι·
εὑρίσκεται δὲ μὴ συνᾴδοντα τὰ πράγματα τῇ προρρή-
σει· μετὰ γὰρ τὸν σταυρόν, μετὰ τὴν ἀπόφασιν ταύτην,
5 μυριάδες ἐπίστευσαν ἀπὸ Ἰουδαίων· καὶ οὐχ ἥρμοσται
τῷ Οὐκ ἔτι ἐκ σοῦ καρπὸς γένηται, τὸ τοσούτους
πιστεῦσαι. Ἐπανάλαβε τὸ ῥῆμα. Εἰ κατὰ Ἰουδαίων
ἀπεφήνατο καὶ κατὰ τῆς συναγωγῆς, ὥστε μηκέτι
καρπὸν ἐνεγκεῖν, καρποὶ δὲ τῆς συναγωγῆς αἱ ἐκκλη-
10 σίαι, ἐχρῆν μετὰ ταύτην τὴν ἀπόφασιν μηδένα πι-
στεῦσαι Ἰουδαίων· ὅτι δὲ πολλοὶ ἐπίστευσαν, ἄκουε
τῆς γραφῆς. Μία Πέτρου δημηγορία τρισχιλίους ἐσαγή-
νευσεν, ἄλλη αὐτοῦ διδασκαλία τετρακισχιλίους, καὶ
ἦσαν ψυχαὶ ὡς ἑπτάκις χίλιαι. Ἀλλαχοῦ δέ, ὡς προέκ-
15 οψεν ὁ λόγος, πολὺς ὄχλος τῶν Ἰουδαίων ὑπήκουσε τῇ
πίστει. Εἰ καὶ Ἰουδαῖοι ὑπήκουσαν πολλοὶ καὶ χιλιάδες
πολλαί, ἐπὶ τέλει δὲ εἰς τοσοῦτον παρῆλθεν ὁ λόγος παρὰ
Ἰουδαίους, ὡς εἰπεῖν τοὺς ἀποστόλους τῷ Παύλῳ·
«Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶ τῶν πιστευ-
20 σάντων Ἰουδαίων» εἰ οὖν μυριάδες εἰσὶ τῶν πιστευ-
σάντων Ἰουδαίων, εἰ οὖν μυριάδες ἐπίστευσαν, πῶς
συνᾴδει τῇ ἀποφάσει ἡ ἀπόφασις Μηκέτι ἐκ σοῦ καρ-
πὸς γένηται; μετὰ γὰρ τὴν ἀπόφασιν μυριάδες ἤνθησαν
καρπῶν. Ἀλλὰ τὸ πρᾶγμα ταύτην ἔχει τὴν ἀκολουθίαν.
25 Φεῦγε τὰς βεβιασμένας ἀλληγορίας· ἔστιν ὅτε αὐτὴ ἡ
γραφὴ δίδωσιν ὀφθαλμοὺς εἰς θεωρίαν· ἔστιν ὅτε αὐτὴ
τροπολογεῖν διδάσκει. Ὅταν μέντοι γυμνὴ ἢ θεωρία ἢ
ἱστορία προκέηται, μὴ βιάζου τὰ ἀνέφικτα, ἀλλὰ
λάμβανε τὴν ἀκρόασιν ἀκόλουθον. Σταυρὸς ἦν· τὸ πάθος
30 ἔμελλεν ἐκφαίνειν. Ἵνα μὴ ἀσθενείᾳ ἐπιγράψωσιν τὴν
οἰκονομίαν, ἐνδείκνυται τὴν δύναμιν εἰς τὴν ἄψυχον,
καὶ φυλάττει τὴν μακροθυμίαν τοῖς μέλλουσιν ἔχειν
ἐλπίδα σωτηρίας. Ἤιδει γὰρ ὁ σωτὴρ ὅτι ὁ σταυρὸς
σωτηρία τῶν ἀνθρώπων καὶ τὸ ὑψωθῆναι αὐτὸν ἐπὶ
35 ξύλου, τοῦτο τὴν οἰκουμένην ὅλην ἐσαγήνευσε. Διό
φησιν· Ἐγὼ ἐὰν ὑψωθῶ, τουτέστιν, Ἐὰν σταυρωθῶ,
πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Πρόσεχε, παρακαλῶ
τὸ Ὑψωθῶ τί ἐστιν; Ἐὰν μὴ αὐτὸς ἑρμηνεύσῃ τὸ
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 5
PG 61, 793-802
ῥῆμα, οὐ δύναμαι στῆσαι τὸ νόημα. Λέγει ὁ σωτὴρ τῷ
40 Νικοδήμῳ· Καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν
τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀν-
θρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλη-
ται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. Καὶ καθὼς Μωϋσῆς
ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ
45 τὸν υἱὸν τοῦ ἀνθρώπου.
Τί βούλεται τὸ αἴνιγμα; Ἐν τῇ ἐρήμῳ ποτὲ ὁ λαὸς
τῶν Ἰουδαίων ἐγόγγυζεν ἐπὶ τῇ τροφῇ τοῦ μάννα καὶ
τὴν τροφὴν ταύτην τὴν ἐξ οὐρανοῦ δεδομένην πατήσας,
ἐπεθύμησε τραπέζης Αἰγυπτιακῆς, καὶ ἔλεγεν· Ἐμνή-
50 σθην τῶν λεβήτων τῶν κρεῶν, ὧν ἠσθίομεν ἐν
Αἰγύπτῳ. Καὶ προετιμήθησαν λέβητες Αἰγυπτιακοὶ
τοῦ μάννα τοῦ οὐρανίου. Τί οὖν ὁ θεός; Ἐπειδὴ ὁ
ἄρτος ὁ ἐξ οὐρανοῦ κατεφρονήθη, ἀποστέλλει ἐπὶ τὸν
λαὸν ὄφεις θανατοῦντας. Ἐξῆλθον ὄφεις δάκνοντες καὶ
55 θάνατον ταῖς δήξεσιν ἐπάγοντες. Καὶ εἰκότως οὐκ ἄλλο
θηρίον ἀπεστάλη, οὐ λέων, οὐκ ἄρκτος, ἀλλ᾽ ὄφεις.
Ἐπειδὴ γὰρ ἐξ ἀρχῆς τῷ ὄφει εἶπεν ὁ θεός· Γῆν φάγῃ
πάσας τὰς ἡμέρας, ἀπέστειλε θηρίον τοιοῦτον. Κατὰ
τῶν ἐσθιόντων καὶ γογγυζόντων τὸν ἐσθίοντα
60 καὶ μὴ γογγύζοντα. Ἀπέστειλεν ὄφιν δάκνοντα. Θάνα-
τος τοῖς δήγμασιν ἠκολούθει. Προσπίπτουσι τῷ Μωϋσῇ·
προσπίπτει θεῷ Μωϋσῆς. Ὑποβάλλει θεὸς φάρμακον
τοῖς τραύμασι· καίτοι ἠδύνατο ἀπελάσαι τοὺς ὄφεις
παρακαλούμενος, ἀλλὰ καὶ τὴν πληγὴν καταλιμπάνει
65 καὶ τὸ φάρμακον δίδωσι. Ποίησόν μοι ὄφιν χαλκοῦν
καὶ πῆξον αὐτὸν ἐπὶ ξύλου ἐπὶ τῆς θύρας τῆς σκηνῆς
τοῦ μαρτυρίου καὶ κήρυξον τοὺς υἱοὺς Ἰσραὴλ καὶ
εἰπέ· Ἐάν τις δηχθῇ ὑπὸ ὄφεως, ἔλθῃ καὶ πρόσχῃ τῷ
ὄφει τούτῳ τῷ πεπηγμένῳ ἐν τῷ ξύλῳ καὶ πιστεύσας
70 ζήσεται. Ἆρα οὐκ ἦν δυνατὸν φυγαδεῦσαι τοὺς ὄφεις;
Οὐκ ἦν δυνατὸν ἀπολέσθαι; Οὐκ ἦν δυνατὸν λόγῳ θερα-
πεῦσαι; Ἀλλ᾽ ὥσπερ ἐδύνατο λόγος θεοῦ ἐκ πέτρας
ἐκβαλεῖν ὕδωρ, ἕως δὲ εἶδεν ἡ πέτρα τὸ σύμβολον τοῦ
σταυροῦ, οὐχ ὑπήκουσεν. Οὕτω καὶ ἐνταῦθα. ᾽Ηδύνατο
75 τοὺς ὄφεις φυγαδεῦσαι, ἀλλ᾽ ἕως εἶδον οἱ ὄφεις τὴν εἰ-
κόνα τοῦ σταυροῦ τὴν νεκροῦσαν τῶν δαιμόνων τὰ δήγ-
ματα, οὐκ ἠμβλύνθησαν. Διὰ τί δὲ τοῦ σωτῆρος εἰκόνα
τὸν ὄφιν ἐποίησε; Τί ὅμοιον εἰκὼν καὶ ὄφις; Ἵνα μνη-
μονεύσῃς, ἐπειδὰν πρὸς Ἰουδαίους ἔχῃς ἢ πρός τινας
80 ἐχθροὺς ἀπὸ τῆς γραφῆς ὁρμωμένους καὶ κατὰ τῆς
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 6
PG 61, 793-802
(797) γραφῆς στρατευομένους, πῶς ἀπὸ τοῦ ἐσταυρωμένου
σωτηρίαν ἐκδέχῃ καὶ εὐλογίαν. Γέγρπαται γάρ· Ἐπι-
κατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Πρόσεχε
ἀκριβῶς. Ἐὰν εἴπῃ Ἰουδαῖος ἢ ἕτερος ἑχθρὸς τῆς ἐκ-
5 κλησίας, ἁρπάζων ἀπὸ τῆς γραφῆς ῥήματα καὶ κατὰ
τῆς γραφῆς ὁπλίζων· Πῶς παρὰ τοῦ κυρίου τοῦ ἐσταυ-
ρωμένου εὐλογίαν θέλετε, γράφοντος Μωϋσέως φανε-
ρῶς ὅτι Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύ-
λου; εἰπὲ αὐτῷ· Εἰ ἀνέγνως τὴν γραφήν, ἐπίγνωθι. Οὐ
10 γὰρ ἡ ἀνάγνωσις ζητεῖται, ἀλλὰ ἡ γνῶσις, καθώς φησιν
ὁ Φίλιππος τῷ εὐνούχῳ· Ἆρά γε γινώσκεις ἃ ἀναγι-
νώσκεις; Καὶ πῶς ὁ εὐγνωμων; Πῶς ἂν, κύριε,
ἐὰν μή τις με ὁδηγήσῃ; Ἐὰν εἴπῃ· Πῶς παρὰ τοῦ
ἐσταυρωμένου εὐλογίαν ἐκδέχῃ; Γέγραπται γάρ· Ἐπι-
15 κατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, εἰπὲ αὐτῷ·
Πῶς οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ παρὰ τοῦ ὄφεως
εὐλογίαν ἐδέξαντο, τοῦ θεοῦ ἀπ᾽ ἀρχῆς εἰρηκότος·
Ἐπικατάρατος σὺ ἀπὸ παντων τῶν θηρίων τῆς γῆς;
Καὶ ὁ ὄφις ἐπικατάρατος καὶ ἐπικατάρατος πᾶς ὁ
20 κρεμάμενος ἐπὶ ξύλου. Μὴ πρόσχῃς τὴν τῶν ῥημάτων
οἰκονομίαν, ἀλλὰ μάθε τὴν διαφοράν. Ἐπειδὴ ὁ σωτὴρ
ἔμελλε τὴν ἀποκειμένην τῷ κόσμῳ κατάραν εἰς ἑαυτὸν
ἀναλαμβάνειν, κατὰ δὲ ἦν ἡ πρώτη· Γῆ εἶ καὶ εἰς
γῆν ἀπελεύσῃ, ἀνέλαβε ταύτην τὴν ἀπόφασιν εἰς
25 αὐτόν (ὥς φησιν ὁ ἀπόστολος· Ἡμᾶς ἐξηγόρασεν ἐκ
τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατ-
άρα) προλαβὼν εἰκόνα τίθησιν ἐν τῷ ὄφει, καὶ εἰκό-
τως ἐν τῷ ὄφει. Ὥσπερ γὰρ ὁ χαλκοῦς ἐκεῖνος ὄφις ὄψιν
μὲν καὶ τύπον καὶ εἰκόνα ὄφεως εἶχεν, ἰὸν δὲ καὶ πονη-
30 ρίαν ὄφεως οὐκ εἶχεν, οὕτω καὶ ὁ σωτὴρ φαίνεται ἐν
σαρκὶ τῷ προσχήματι τῆς ἁμαρτίας. Ἡ γὰρ σὰρξ αὕτη
ἁμαρτωλὸς ἐγένετο πρὸ τούτου. Ἀναλαμβάνει οὖν τὴν
ἁμαρτωλὸν σάρκα καὶ οὐκ αὐτὸς ἁμαρτήσας, ἀλλὰ τοῦ
κόσμου τὴν ἁμαρτίαν λαβών· Ἴδε γὰρ ὁ ἀμνὸς τοῦ
35 θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὕτω καὶ
ὁ σωτὴρ ἀνέλαβε σάρκα, εἰκόνα μὲν σαρκὸς καὶ ἀληθι-
νὴν ἔχουσαν, ἁμαρτίαν δὲ σαρκὸς οὐκ ἔχουσαν.
Ἁμαρτίαν γὰρ οὐκ ἐποίησε, φησὶν Ἡσαΐας, οὐδὲ δό-
λοσς εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Ὃ γάρ ἐστιν ἰὸς ἐν
40 τῷ ὄφει, τοῦτο δόλος ἐν ἀνθρώπῳ· εἰς ὅν φησιν ἡ γραφὴ
περὶ τῶν πονηρῶν· Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐ-
τῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, καὶ Ἐν
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 7
PG 61, 793-802
ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. Ὥσπερ οὖν,
ἵνα πάλιν ἐπαναλάβω, ὁ ὄφις ἐκεῖνος εἶχε μὲν εἰκόνα καὶ
45 μορφὴν ὄφεως, ἰὸν δὲ καὶ πονηρίαν ὄφεως οὐκ εἶχεν,
οὕτω καὶ τὸ σῶμα τοῦ σωτῆρος εἶχε μὲν μορφὴν ἀν-
θρώπων, πονηρίαν δὲ ἀνθρώπων οὐκ εἶχεν. Ἑτέρα δὲ
πάλιν εἰκών· Ὥσπερ ἐκεῖ ἄλλοι μὲν οἱ δάκνοντες ὄφεις,
ἄλλος δὲ ὁ ὑπὲρ αὐτῶν πάσχων. Δέον γὰρ ἕνα τῶν δα-
50 κνόντων λαβεῖν καὶ αὐτὸν σταυρῶσαι. Οἱ μὲν δάκνοντες
ἠφίεντο· ὁ δὲ μηδὲν ἁμαρτὼν ἐσταυροῦτο. Ὁ δὲ μήτε
κοινωνήσας τῇ φθορᾷ ἢ τῇ ἀπωλείᾳ τῶν ἄλλων ὄφεων
ὑπομένει τὴν ἐπὶ ξύλου πῆξιν, ἐπειδὴ εἰκὼν ἦν τοῦ
σωτῆρος, ὅτι πάντων ἁμαρτησάντων ἀνθρώπων οὐ-
55 δεὶς τῶν ἁμαρτησάντων ὑπὲρ ἁμαρτωλοῦ σταυροῦται,
ἀλλὰ ἀναμάρτητος. Ἔγνως τὴν θεωρίαν. Μνήσθητι
τῆς τοῦ κυρίου φωνῆς λεγούσης πρὸς Νικόδημον· Καὶ
καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως
ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πι-
60 στεύων εἰς αὐτὸν μὴ ἀποληται, ἀλλ᾽ ἔχῃ ζωὴν
αἰώνιον. Οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώ-
που. Καλὸν τῇ ρημα. Ἐπειδὴ ἐνομίσθη ταπείνωσις εἶναι
τὸ πάθος, ὁ σωτὴρ ὕψωσιν καλεῖ. Πᾶσα γὰρ ἡ οἰ-
κουμένη σταυρῷ ὑψώθη· πᾶσα ἡ οἰκουμένη χαμαὶ
65 κειμένη διὰ τῆς οἰκονομίας τοῦ σταυροῦ ἀνωρθώθη.
Διὰ τοῦτο Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐν-
εδύσατο. Καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην. Οὐκ
εἶπεν Ἔκτισε. Τὸ πρῶτον ἔκτισε, τὸ δεύτερον κατώ-
ρθωσεν. Οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου,
70 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπολήται. Ἀνα-
γκαῖον εἶναί μοι δοκεῖ τῆς ὑψώσεως ταύτης μάρτυρα
καλέσαι προφήτην τὸν φανερῶς κηρύττοντα, ὅτι ὁ
θεὸς ὑψοῦται. Ἄκουε τοίνυν τοῦ μακαρίου Ἡσαΐου
τὴν ὕψωσιν ταύτην κηρύττοντος. Εἰ γὰρ καὶ τὰ μά-
75 λιστα τρανῶς τὸ πάθος ἐκήρυξε λεγων· Ὡς πρόβατον
ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κεί-
ροντος αὐτὸν ἄφωνος· οὗτος τὰς ἁμαρτίας ἡμῶν
αἴρει καὶ περὶ ἡμῶν ὀδυνᾶται· ὑπὲρ τῶν ἁμαρτιῶν
τοῦ λαοῦ μου ἦλθον εἰς θάνατον. Ἀλλ᾽ ὅμως ἀλλαχοῦ
80 καὶ αὐτὸ τὸ πάθος ὕψωσιν καλεῖ. Τί γάρ φησιν; Ὑμνεῖτε
(798) τὸν κύριον, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ, ἀπαγγείλατε
ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ὅτι ὑψηλὰ ἐποίησεν.
Ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε οἱ ἐνοικοῦτες ἐν Σιών,
ὅτι ὑψώθη ὁ ἅγιος Ἰσραήλ, ἐν μέσῳ σου ὑψώθη.
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 8
PG 61, 793-802
5 Ἀλλ᾽ ἀνακύπτει πρὸς ταύτην αἰρετικὴ φωνὴ καὶ λέγει·
Εἰ καὶ ὑψώθη, ἀλλὰ παρὰ τοῦ πατρὸς ὑψώθη. Γέγραπται
γάρ· Διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρί-
σατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνό-
ματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ τὰ
10 ἑξῆς. Ἀεὶ ἐχθροὶ τῆς ἀληθείας ἐπιφύονται τῷ κηρύγματι
τῆς ἀληθείας. Ἀναγκαῖον δὲ παρὰ τῶν τοιούτων, μᾶλ-
λον δὲ τοῖς τοιούτοις μὴ διδόναι συντόμως τὰς ἀποκρί-
σεις, ἀλλὰ πρῶτον ἀπαιτεῖν αὐτοὺς λόγον τῶν οἰκείων
προλήψεων καὶ τότε ἐπάγειν λύσιν τῶν ζητουμένων.
15 Ἐπειδὴ λέγεις ὅτι Ὁ πατὴρ αὐτὸν ὑπερύψωσε καὶ
ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν
τῷ ὀνόματι Ἰησοῦ, καὶ τὰ λοιπά, πρῶτόν μοι στῆσον ποῖόν
ἐστι τοῦτο τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Οὐ γάρ ἐστιν
ἁπλῶς εἰπόντα ἀποφήνασθαι, ἀλλὰ τὸ τῇ ἀληθείᾳ συν-
20 ίστασθαι. Ὅταν ἐρωτήσῃ ὁ πονηρός, ἀντερωτήσει δι-
καίᾳ λύε τὴν ἄτοπον ἐρώτησιν. Ἔδειξε γὰρ ὁ σωτὴρ
σήμερον πῶς δεῖ τοὺς σκολιοὺς ἀποκρινεσθαι. ᾽
Ηρώτησαν Φαρισαῖοι τὸν σωτῆρα λέγοντες· Ἐν ποίᾳ
ἐξουσίᾳ ταῦτα ποιεῖς; Τίς σοι ἔδωκε τὴν ἐξουσίαν
25 ταύτην; Ὁ σωτὴρ βουλόμενος δεῖξαι ὅτι οὐ δεῖ τὴν
κακίαν πληροφορεῖν, ἀλλὰ ταῖς ἀτόποις ἐρωτήσεσι μὴ
ἀποκρίνεσθαι, λέγει τοῖς Φαρισαίοις· Ἐρωτήσω ὑμᾶς
λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ἀποκρίνομαι·
Τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ
30 ἐξ ἀνθρώπων; Ἀπέκλεισε τοὺς πονηροὺς ὁ δρασσό-
μενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Ἐν
ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Τίς σοι ἔδωκε τὴν ἐξ-
ουσίαν ταύτην; Καὶ ἐρωτηθεὶς οὐκ ἀποκρίνεται αὐτοῖς,
ἀλλ᾽ ἀντερωτᾷ· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα. Διὰ
35 τοῦτο λέγει ὁ προφήτης· Μετὰ ὁσίου ὁσιωθήσῃ καὶ
μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ καὶ μετὰ ἐκλεκτοῦ
ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις. Τοῦτο
τὸ ῥῆμα ἐνόμισαν πολλοὶ παρὰ τοῦ θεοῦ λέγεσθαι πρὸς
ἀνθρώπους. Ὁ προφήτης λέγει τῷ θεῷ ταῦτα, ὅτι
40 Μετὰ δικαίου δικαιωθήσῃ, μετὰ ἀνδρὸς ἀθώου
ἀθῶος ἔσῃ καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ
στρεβλοῦ διαστρέψεις. Καὶ ἵνα μάθῃς ὅτι θεῷ δια-
λέγεται, ἐπάγει· Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις
καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις. Ἀεὶ τὴν κα-
45 κίαν τῶν Ἰουδαίων ἐβασάνιζεν ὁ σωτὴρ τῇ σιωπῇ.
Κακία γὰρ οὐ πληροφορουμένη πλέον βασανίζεται. ᾽Ηρω-
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 9
PG 61, 793-802
τήθη πολλάκις καὶ οὐκ ἀπεκρίνατο. Ἐξῄτησαν αὐτὸν
οἱ Ἰουδαῖοι καὶ οὐκ ἔδωκεν αὐτοῖς φάσιν. Τοσοῦτον αὐ-
τῶν τὰς ψυχὰς ἐβασάνιζεν, ὡς εἰπεῖν αὐτῷ ποτε τοὺς
50 Ἰουδαίους· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ
σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. Καὶ ὅμως
οὐκ ἀπεκρίνατο, ἀλλὰ Πολλάκις εἶπον ὑμῖν καὶ οὐκ
ἀκούετε. Τί πάλιν θέλετε ἀκούειν; Ὅρα πῶς τὴν βά-
σανον αὐτῶν τῆς ψυχῆς ἐκήρυξαν· Ἕως πότε τὴν ψυ-
55 χὴν ἡμῶν αἴρεις; Οὐ σὺ εἶπες· Αἰτεῖτε καὶ λήψεσθε·
κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρή-
σετε; Ἀνέγνωτε τὴν γραφήν, ἀλλ᾽ οὐκ ἔγνωτε
τὴν λέγουσαν· Ζητήσουσί με κακοὶ καὶ οὐχ εὑρή-
σουσιν. Ἵνα μάθῃς ὅτι αὐτός ἐστι χαρακτὴρ καὶ τοῦ
60 λαλήσαντος διὰ τῶν εὐαγγελίων καὶ τοῦ λαλήσαντος
διὰ τῶν προφητῶν καὶ ὅτι αὐτός ἐστιν ὁ δι᾽ ἐκείνων
λαλήσας καὶ διὰ τούτων, ὥσπερ ἐνταῦθα ἐρωτώμενος
ὑπὸ Ἰουδαίων οὐκ ἀπεκρίνατο, ἀλλὰ ταῖς ἀντερωτήσε-
σιν αὐτοὺς ἐδέσμει, οὕτω καὶ ἐν τῇ παλαιᾷ λέγει ὁ
65 θεὸς τῷ Ἰεζεκιήλ· Υἱὲ ἀνθρώπου, ἰδοὺ υἱοὶ τοῦ
λαοῦ ἔρχονται πρός με ἐρωτῆσαι λόγον· ζῶ ἐγὼ εἰ
ἀποκριθήσομαι αὐτοῖς. Ὁρᾷς τὸν αὐτὸν χαρακτῆρα;
Βλέπε ὅσαι βάσανοι, ὅσαι ἐρωτήσεις, πόσαι ἐξαιτήσεις,
καὶ οὐκ ἀπεκρίνατο. Ὅπου δὲ εὑρίσκει ψυχὴν ἁπλῆν
70 καὶ πιστίν, φωτὸς γέμουσαν καὶ ἁπλότητος, οὐ μονον
ἐρωτηθεὶς πληροφορεῖ, ἀλλὰ καὶ μὴ ἐρωτηθεὶς διδά-
σκει. Ἀπῆλθέ ποτε περὶ τὴν Σαμάρειαν ὁ Ἰησοῦς. Εὑ-
ρίσκει γυναῖκα Σαμαρείτιδα ἀντλοῦσαν ὕδωρ καὶ λέ-
γει αὐτῇ· Δός μοι πιεῖν. Ὁ χορηγὸς τῆς ζωῆς λέγει
75 αὐτῇ· Δός μοι πιεῖν. Ἐκάθητο περὶ τὸ φρέαρ, ἡ πηγὴ
ἐπάνω πηγῆς. Εἶτα, ἵνα συντέμω (τὸ γὰρ προκείμε-
νον οὐ τὴν παροῦσαν ἱστορίαν ἀναπτύξαι, ἀλλ᾽ ἐπὶ τὸ
προκείμενον ἐλθεῖν) ἠρώτησεν <…> ἐλθεῖν. ᾽Ηρώτησεν αὐ-
τὸν ζήτημα μετὰ Ἰουδαίων πολιτευόμενον καὶ Σαμαρει-
80 τῶν, ἐπειδὴ Σαμαρεῖται περὶ τὴν νῦν λεγομένην Νεά-
(799) πολιν ἔχουσι τὴν προσκύνησιν, Ἰουδαῖοι δὲ εἰς Ἱεροσό-
λυμα. Λέγει αὐτῷ ἡ Σαμαρεῖτις· Κύριε, οἱ πατέρες
ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· πῶς λέ-
γουσιν Ἰουδαῖοι ὅτι εἰς Ἱεροσόλυμα δεῖ προσκυ-
5 νεῖν; Βλέπε ψυχὴν φιλομαθῆ, γυναῖκα οἰκτράν, ὑψη-
λὴν δὲ τῇ δυνάμει. Ἐξῆλθεν ἀντλῆσαι ὕδωρ καὶ ἀντλεῖ
πηγῆς νάματα. Σαμαρεῖται προσκυνοῦσιν ἐνταῦθα· οἱ
Ἰουδαῖοι ἐν Ἱεροσολύμοις. Λῦσον τὸ ζήτημα. Ὁ σωτὴρ
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 10
PG 61, 793-802
λέγει ὅτι Ἀμὴν λέγω σοι, γύναι, ὅτι ἥξει ὥρα ἐν
10 ᾗ οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις
προσκυνήσουσι τῷ πατρί. Ὁ γὰρ θεὸς πνεῦμά ἐστι,
τουτέστι, πανταχοῦ, καὶ τοὺς προσκυνοῦντας
αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν δεῖ, οὐ
τόπῳ περιγράφοντας τὴν προσκύνησιν, ἀλλὰ πανταχοῦ
15 ὑμνοῦντας. Ὡς οὐκ ἠδυνήθη νοῆσαι σαφῶς, ὃ ἔλεγε ὁ
σωτήρ (ὑπερέβαινε γὰρ τῆς γυναικὸς τὴν διάνοιαν)
λέγει αὐτῷ ἡ γυνή· Οἶδα μὲν ὅτι ἔρχεται ὁ μεσσίας
ὁ λεγόμενος Χριστός. Ὅταν ἔλθῃ ἐκεῖνος, ἡμᾶς
διδάξει πάντα. Βλέπε ψυχὴν πρὸ τῆς ὄψεως τὸν πόθον
20 ἔχουσαν. Ἰουδαῖοι ἰδόντες οὐκ ἐπίστευσαν. Αὔτη μη-
δέπω θεασαμένη ἐκδέχεται. Ὡς εἶδεν ὁ Χριστὸς ἁπλῆν
τὴν διάνοιαν, λέγει· Ἐγώ εἰμι ὁ λαλῶν σοι. Πόσα
ἠρώτησαν οἱ Ἰουδαῖοι καὶ ἐβασανίσθησαν; Ἕως πότε
τὴν ψυχὴν ἡμῶν αἴρεις; Kαὶ οὐκ ἀπεκρίθη. Αὕτη
25 ἐν τῇ φωνῇ εἶπεν ὅτι Ἔρχεται καὶ ἑαυτὸν ἔδειξεν ὁ
κηρυχθείς. Τοῦτό ἐστι τὸ εἰρημένον· Σκολιοὶ λογισμοὶ
χωρίζουσιν ἀπὸ θεοῦ· ἐμφανίζεται δὲ τοῖς μὴ ἀπι-
στοῦσιν αὐτῷ.
Ἐπεὶ τοίνυν ἐδίδαξεν ἡμᾶς ἡ πηγὴ τῆς σοφίας ἀντ-
30 ερωτήσεσι λύειν τὰς ἀτόπους ἐρωτήσεις, ἐρωτῶ τὸν
αἱρετικόν· Τί ἐστι τοῦτο τὸ ὄνομα τὸ ὑπὲρ πᾶν
ὄνομα; Ὡς θέλεις αὐτὸ εἰπέ. Τί ἐστι τὸ ὄνομα; Ὅτι
Ἰησοῦς λέγεται; ὅτι Χριστός; ὅτι σωτήρ; Εἰπέ μοι τὸ
ὄνομα. Στῆσον πρῶτον, ἵν᾽ ὅταν τὴν μαρτυρίαν ἀγάγω
35 τὴν ἔνθεον, προφητῶν δόξαν, ἀποστόλων κήρυγμα, μὴ
παραγράψῃ τὴν μαρτυρίαν. Ἀλλὰ πρῶτον στῆσόν σου
τὴν ἔννοιαν. Εἰπέ μοι ποῖον φρονεῖς ὄνομα τὸ ὑπὲρ
πᾶν. Ἀλλὰ τί ποιήσω; Ἐν μέσῳ πιστῶν εἰμι καὶ οὐ
θέλω προφάσει τῶν ἐχθρῶν κρεμάσαι τοὺς υἱοὺς τῆς
40 ἐκκλησίας. Ἀναπτύξωμεν τοίνυν καὶ εἴ τις πάρεστιν
ἐχθρός, εὐεργετείσθω καὶ γενέσθω φίλος ἀντ᾽ ἐχθροῦ,
καὶ γενέσθω σύμφωνος ἀντ᾽ ἐναντίου. Μὴ ἧτταν νομι-
σάσθω τὸ ἡττᾶσθαι τῇ ἀληθείᾳ. Μὴ σπουδασάτω νικῆ-
σαι τὴν κακὴν νίκην, ἀλλ᾽ ἡττηθῆναι τὴν καλὴν ἧτταν.
45 Ἀναπτύξωμεν ἡμεῖς τὸν λόγον, καθὼς οἴονται· Ποῖον
λέγεις ὄνομα αὐτῷ κεχαρίσθαι τὸ ὑπὲρ πᾶν ὄνομα;
Ὅτι Ἰησοῦς ἐκλήθη; Ἐκληθη πρὸ αὐτοῦ Ἰησοῦς ὁ τοῦ
Ναυή. Ὅτι Χριστὸς ἐκλήθη; Πᾶς βασιλεὺς καὶ προ־
φήτης χριστός. Οὕτω λέγει Δαυὶδ περὶ Σαοὺλ τοῦ βα־
50 σιλέως, καίτοι πονηροῦ ὄντος, ἀλλ᾽ ὅμως χρίσμα
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 11
PG 61, 793-802
εἶχε βασιλικόν. Συμβουλευόμενος παρά τινων τῶν αὐτοῦ
δορυφόρων· Ἰδοὺ ἡμέρα ᾗ εἶπε κύριος παραδοῦ־
ναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, πάταξον
αὐτόν. Λέγει Δαυίδ· Ζῇ κύριος, οὐ μὴ ἐπαγάγω τὴν
55 χεῖρά μου ἐπ᾽ αὐτόν, ὅτι χριστὸς κυρίου ἐστί. Καὶ
οὐχ εἷς μόνος χριστός, ἀλλὰ καὶ πολλοί· Μὴ ἅπτεσθε
τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ
πονηρεύεσθε. Καὶ ὁ Ἀμβακούμ· Ἐξῆλθες εἰς σω-
τηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου.
60 Πῶς οὖν ὑπὲρ πᾶν ὄνομα; Εἰ γὰρ πρὸ αὐτοῦ ἄλλοι εἶχον
τὸ ὄνομα, πῶς ὑπὲρ πᾶν ὄνομα ἔδωκεν αὐτῷ ὄνομα ὁ
πατὴρ ἢ ποῖον ὄνομα; Ὅτι σωτὴρ ἐκλήθη; Ἐκλήθη-
σαν σωτῆρες πολλοί. Μνήσθητι τῶν προειρημένων.
Ποῖον τὸ ὑπὲρ πᾶν ὄνομα; Ἀλλ᾽ ἐπειδὴ οὐκ ἔχεις και-
65 ρὸν ἀποκρίνασθαι ἢ εἰδὼς κακουργεῖς καὶ θέλων κρύ-
πτεις, μάνθανε· Ὄνομα καλεῖ ἡ γραφὴ πολλάκις θεοῦ
οὐ προσηγορίαν, ἀλλὰ τὴν δόξαν. Ὄνομα λέγεται θεοῦ
ἡ δόξα τοῦ θεοῦ, οἷον· ὅταν ποιήσῃ θαυμάσια, ὄνομα γί-
νεται αὐτῷ ἀπὸ τοῦ θαύματος, καθὼς λέγει ὁ μακά-
70 ριος προφήτης· Ποῦ ἐστιν ὁ ἀναγαγὼν τῇ δεξιᾷ τὸν
Μωϋσῆν; Κατίσχυσεν ὕδωρ πρὸ προσώπου αὐτοῦ
καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ ἐποίη-
σεν αὐτῷ ὄνομα, ἀντὶ τοῦ Φήμην· τουτέστιν, Ὀνομα-
στὸς ἐγένου. Καὶ ἐφ᾽ ἡμῶν λέγεται τοῦτο· Ὀνομαστὸς
75 ἄνθρωπος, οὐκ ἀπὸ τοῦ ὄνομα ἔχειν (πάντες γὰρ ἔχου-
σιν ὀνόματα) ἀλλ᾽ ἀπὸ τὸ ὀνομάζεσθαι πανταχοῦ.
Ὄνομα καλεῖ τὴν δόξαν καὶ τὴν φήμην τὴν λαλουμένην
πανταχοῦ. Οὕτω λέγει τῷ Σολομῶντι ὁ θεός· Καὶ
ἐποίησά σοι ὄνομα, καθὼς τὸ ὄνομα τῶν ἀρχαίων
80 τῶν βασιλέων. Ἀλλ᾽ οὐ τὸ ὄνομα αὐτοῦ ἤλλαξεν,
(800) οὐ Σολομὼν ἐλέγετο, ἀλλὰ Ἐποίησά σοι ὄνομα, τουτ-
έστιν, φήμην, δοξαν. Οὕτω καὶ ἐνταῦθα λέγει· Ἔδω-
κεν αὐτῷ ὄνομα, τουτέστιν δόξαν. Καὶ τίς ἡ δόξα;
Ἵνα μὴ ἐγὼ ἑρμηνεύσω, ἄκουε αὐτοῦ Παύλου λέγοντος·
5 Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπου-
ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα
γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χρι-
στός. Ὁρᾷς ὅτι ὄνομα τὴν δόξαν εἶπε, τὴν προσκύνη-
σιν τῆς οἰκουμένης, τὸ πανταχοῦ αὐτὸν δοξάζεσθαι καὶ
10 ἐν πάσῃ τῇ οἰκουμένῃ περιαγγέλλεσθαι. Ναί, φησίν,
ἐδεξάμην τὴν ἑρμηνείαν, ἀλλ᾽ ἐκείνου οὐκ ἀφίσταμαι,
ὅτι ὁ πατὴρ αὐτῷ ἔδωκε τὸ ὄνομα. Θέλεις, φησί, τὸ
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 12
PG 61, 793-802
ὄνομα νοῆσαι προσηγορίαν; Θέλεις νοῆσαι τὸ ὄνομα δό-
ξαν; Θέλεις φήμην εἰπεῖν; Θέλεις εὔκλειαν; Ἐγὼ τέως
15 ἐκείνου οὐκ ἀφίσταμαι. Ἔδωκεν αὐτῷ ὁ θεὸς ὄνομα,
διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν. Ἀναγκαῖον τοίνυν
ζητῆσαι. Εὑρίσκεται γὰρ τὸ ῥῆμα, ὥσπερ μισθὸς δοθεὶς
τῷ σωτῆρι. Λέγει γὰρ ὁ Παῦλος· Τοῦτο φρονείσθω ἐν
ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ θεοῦ
20 ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα
θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφην δούλου λαβών,
ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ σχήματι εὑ-
ρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν μέχρι
θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ θεὸς αὐτὸν
25 ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ
πᾶν ὄνομα. Δείκνυται ἐνταῦθα ὅτι ἐπειδὴ ἔπαθε, μι-
σθὸν ἔλαβε τοῦ πάθους. Ἐπειδὴ ἐταπείνωσεν ἑαυτὸν
μέχρι θανάτου, διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσε. Τὸ
γὰρ Διὸ αἰτίαν λέγει, δι᾽ ἣν ἐπάγει αὐτῷ τὴν δόξαν.
30 Ἡ δόξα αὕτη καὶ ἡ ὕψωσις μισθὸς τοῦ πάθους. Τίς
τοίνυν ὁ παθών; Τίς ὁ λαβὼν τὸν μισθόν; Μὴ συγχω-
ρήσῃ σοι Παῦλος ἁπλῶς κατὰ τῆς θεότητος μαίνεσθαι,
ἐπήγαγε· Καὶ ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπ-
ήκοος μέχρι θανάτου, ἐν ὁμοιώματι ἀνθρώπου γενό-
35 μενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπεί-
νωσεν ἑαυτόν. Πρόσεχε ἀκριβῶς. Πρῶτον εἶπε μορφὴν
θεοῦ, ὅτι Ἐν μορφῇ θεοῦ ὑπάρχων. Εἶτα ἔδειξε μορ-
φὴν δούλου· Μορφὴν μορφην δούλου λαβών, ἐν ὁμοιώματι
ἀνθρώπου γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄν-
40 θρωπος, ἵνα δείξῃ τὴν τοῦ δούλου μορφήν, τὸν ἄνθρω-
πον, λαμβάνοντα μισθὸν καὶ τὸ ὄνομα. Δύο γάρ ἐστιν.
Ἐπειδὴ ὁ σωτὴρ τὴν ἑαυτοῦ ψυχὴν ἔθηκε (ψυχὴν γὰρ
εἶχεν, ἐπειδὴ ὁλόκληρον ἄνθρωπον ἀνέλαβε) λαμ-
βάνει μισθὸν αὐτὴ ἡ σὰρξ ἡ τῷ σωτῆρι λόγῳ διακο-
45 νησαμένη τὸ ὑπὲρ πᾶν ὄνομα διακονηθῆναι καὶ Ἵνα
πᾶν γόνυ κάμψῃ τῷ Χριστῷ ἐπουρανίων καὶ ἐπι-
γείων καὶ καταχθονίων. Ἕτερον δὲ σύντομον ἐρῶ. Εἰ
μετὰ τὸν σταυρὸν ἔλαβε ταῦτα καὶ εἰ, ἐπειδὴ ἐταπεί-
νωσεν ἑαυτὸν μέχρι θανάτου, ἀμειβόμενος αὐτὸν ὁ θεὸς
50 ἔδωκεν αὐτῷ ὄνομα, εἰ φαίνεται τοῦτο τὸ ὄνομα μὴ ἔχων
πρὸ τοῦ σταυροῦ, κατὰ χάριν ἔλαβε τὴν δόξαν. Συναγω-
νίσασθέ μοι. Τὸ γὰρ νόημα λεπτὸν καὶ βαθύ. Λέγουσιν
ὅτι Ἐπειδὴ ἔπαθεν ὁ Χριστός. Ἀναγινώσκουσι τὸν ἀπό-
στολον, μὴ νοοῦντες τὸ ἀποστολικόν, ὅτι ἐπειδὴ ἔπαθε,
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 13
PG 61, 793-802
55 διὰ τοῦτο αὐτὸν ὁ θεὸς ὑπερύψωσεν καὶ ἐχαρίσατο
αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι
Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων
καὶ καταχθονίων. Πρὸ τοῦ σταυροῦ μισθὸν ἔλαβεν. Εἰ
γὰρ πρὸ τοῦ σταυροῦ οὐ φαίνεται προσκυνούμενος ὁ μονο-
60 γενὴς καὶ οὐ φαινεται πᾶν γόνυ κάμπτον τῷ μονογε-
νεῖ, ἀληθῶς μισθὸν ἔλαβε, ἣν οὐκ εἶχε χάριν ἐδέξατο.
Εἰ δὲ εὑρίσκεται καὶ πρὸ τοῦ σταυροῦ καὶ πρὶν πάθῃ
καὶ πρὶν ὑψωθῇ, ἡ οἰκονομία ὑπὸ πάσης τῆς κτίσεως προσ-
κυνουμένη, ποίαν ἔχει χώραν ἡ ματαιολογία; Διὰ τί,
65 ἄθλιε, οὐ γνωρίζεις τί μὲν τὸ προαιώνιον ἀξίωμα, τί
δὲ τὸ τῆς ἐνσάρκου οἰκονομίας σχῆμα; Νόησον μορφὴν
θεοῦ καὶ μορφὴν θούλου, τὴν μὲν λαμβάνουσαν, τὴν δὲ
ἀναληφθεῖσαν. Μὴ συγχέῃς τὴν τάξιν· μὴ ἀφανίσῃς
τὴν ἀλήθειαν. Μᾶλλον δὲ μὴ ἀφανίζου ὑπὸ τῆς ἀλη-
70 θείας. Δείξωμεν τοίνυν, εἰ πᾶν γόνυ κάμπτει καὶ πρὸ
τῆς οἰκονομίας προσκυνητός ἐστιν ὁ μονογενής, οὐκ
ἀπὸ τοῦ σταυροῦ λαβὼν τὸ προσκυνεῖσθαι, ἀλλὰ καὶ πρὸ
τοῦ σταυροῦ καὶ πρὸ τῶν αἰώνων ἔχων τὴν προσκύνησιν.
Τί γάρ φησιν ἄκουε· Λέγει τοίνυν ὁ μακάριος Ἡσαΐας·
75 Τάδε λέγει κύριος· Ἐγώ εἰμι κύριος ὁ θεὸς καὶ
οὐκ ἔστιν ἄλλος δίκαιος καὶ σωτήρ, οὐκ ἔστι
παρὲξ ἐμοῦ. Ἐπιστράφητε πρός με καὶ σωθήσεσθε
πάντες οἱ ἀπ᾽ ἐσχάτου τῆς γῆς. Ἐγὼ θεὸς καὶ
οὐκ ἔστιν ἄλλος. Ἡ αὐτὴ ἀκολουθία· Κατ᾽ ἐμαυτοῦ
80 ὀμνύω, εἰ μὲν ἐξελεύσεται ἐκ τοῦ στόματός μου
(801) δικαιοσύνη· Ἐγὼ θεός, οὐκ ἔστιν ἄλλος. Δίκαιος
καὶ σωτὴρ παρὲξ ἐμοῦ οὐκ ἔστιν. Ἐγὼ θεὸς καὶ
πάλιν οὐκ ἔστιν ἄλλος. Τρίτον ἀναλαμβάνει καὶ λε-
γει· Ἐπιστράφητε πρός με· κατ᾽ ἐμαυτοῦ ὀμνύω,
5 εἰ μὲν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη.
Οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ἀντὶ τοῦ Διὰ
κενῆς οὐ προσέρχεται λόγος μου. Ὅτι ἐμοὶ κάμψει
πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ὀμεῖται τὸν θεὸν τὸν
ἀληθινόν. Πᾶν γόνυ, πᾶσα γλῶσσα. Τίς ὁ τοῦτο εἰ-
10 ρηκώς; Ὁ πατήρ. Τοῦτο γὰρ θέλει ὁ αἱρετικός, οὐχ
ἵνα τὸν πατέρα τιμήσῃ, ἀλλ᾽ ἵνα τὸν υἱὸν τῆς δόξης
τῆς οἰκείας στερήσῃ. Παρ᾽ ἐμοὶ δὲ τῷ πιστῷ καὶ τῇ
ἐκκλησίᾳ καὶ πατὴρ νοεῖται ταῦτα εἰρηκὼς καὶ υἱὸς
ταῦτα λέγων νοεῖται καὶ πνεῦμα ἅγιον κηρύττεται.
15 Ταῦτα ἐθεολόγουν καὶ οὐκ ἔστι διαφορά. Παρέστησε
γὰρ ὅτι «Ἐγώ εἰμι δίκαιος καὶ οὐκ ἔστιν ἄλλος».
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 14
PG 61, 793-802
Τίς οὖν ἐστιν ὁ ταῦτα λέγων, τέως ἐρωτηθῶσιν.
Ἀλλ᾽ ἐπειδὴ συμβαίνει αὐτοὺς κατὰ τοὺς Φαρισαίους εἰπεῖν
ἐν ἑαυτοῖς· Ἐὰν εἴπωμεν τόδε, τόδε ἀποκρίνεται ἡμῖν.
20 Ἵνα τοίνυν, ἀδελφοί, μήτε αὐτὸς δόξω λέγειν ἀπ᾽ ἐμαυ-
τοῦ, μήτε τῇ διανοίᾳ τῇ πεφαντασμένῃ, ἐπιτρέψω
ἁπλῶς φθέγγεσθαι, ἐξ αὐτῆς παραστήσω τῆς προφη-
τείας ταύτης Παῦλον μάρτυρα. Ἴδωμεν Παῦλον ταύτην
τὴν προφητείαν τὴν Ζῶ ἐγώ, κατ᾽ ἐμαυτοῦ ὀμνύω,
25 ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα. Ἴδω-
μεν Παῦλος ποῦ ἐξέβαλεν. Ἐπέστειλέ πότε Ῥωμαίοις.
Διαφοράν εἶχον πρὸς ἀλλήλους οἱ πιστεύσαντες οἱ ἀπὸ
Ἰουδαίων καὶ ἀπὸ Ἑλλήνων γενόμενοι Χριστιανοί. Καὶ
οἱ μὲν ἀπὸ Ἑλλήνων γενόμενοι Χριστιανοὶ μετελάμβα-
30 νον πάντων τῶν βρωμάτων ἀδιαφόρως. Οἱ δὲ ἀπὸ Ἰου-
δαίων καὶ Χριστὸν ἐβούλοντο προσκυνεῖν καὶ Ἰουδαϊκὰ
παρατηρεῖσθαι βρώματα. ᾽Ωνείδιζε τὸ ἕτερον μέρος τῷ
ἑτέρῳ. Οἱ ἀπὸ Ἰουδαίων ὠνείδιζον τοῖς ἐξ ἐθνῶν, ὡς
μὴ φυλάττουσι τὸν νόμον. Οἱ ἀπὸ τῶν Ἑλλήνων ὠνείδι-
35 ζον τοῖς ἀπὸ Ἰουδαίων, ὡς μὴ στοιχοῦσι τῇ χάριτι τοῦ
εὐαγγελίου. Ἐκεῖνοι οἱ ἀπὸ Ἑλλήνων ἔλεγον τοῖς Ἰου-
δαίοις· Εἰ ὁ νόμος ὁ δικαιῶν, Χριστὸς τί ἦλθεν; Εἰ δὲ
Χριστὸς ἦλθε, τί καταλιπόντες τὸν νόμον τοῦ Χριστοῦ
Ἰουδαϊκοῖς ἔθεσι ἀκολουθεῖτε; Πεφωτισμένοι
40 ἦσαν τῇ Παύλου διδασκαλίᾳ Ῥωμαῖοι τοῦ λέγοντος·
Εἰ γὰρ ἐν νόμῳ δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπ-
έθανε. Πεπεισμένοι οὖν ἦσαν οἱ ἐξ ἐθνῶν, ὅτι ἄνευ Χρι-
στοῦ οὐκ ἔστιν ἄλλως σωθῆναι καὶ οὐ δεῖ Ἰουδαϊκοὺς
τύπους φυλάττειν. Εὗρε Παῦλος μάχην, εὑρίσκει τὴν
45 στάσιν. Μέσον ἑαυτὸν ἐμβάλλει τῶν μαχομένων καὶ
διαλύει τὰ δύο μέρη. Καὶ σκόπει. Πρῶτον Παῦλος οὐ
τὸ ἀκριβὲς ἀπαιτεῖται παρὰ πάντων, ἀλλὰ τὸ ἀσφαλὲς
ἐνενόησεν. Ὅτι ἡ πρόληψις δύσλυτός ἐστι καὶ ἡ συν-
ήθεια μόλις χρόνῳ ἀφανίζεται. Οὐκ ἠθέλησε προφάσει
50 τοῦ ἀναγκάζειν Ἰουδαίους τρώγειν βρώματα ἀποτρέ-
πειν αὐτοὺς ἐκ τῆς πίστεως, ἀλλὰ πρῶτον ἤθελε ῥι-
ζωθῆναι τὴν πίστιν τοῦ Χριστοῦ ἐν αὐτοῖς. Τί οὖν οἱ
ἀπὸ Ἰουδαίων γενόμενοι Χριστιανοί; Ὡς ἔβλεπον ἑαυ-
τοὺς ἐλεγχομένους, ὅτι οὐδέπω ἐπίστευσαν εἰς Χριστὸν
55 παρατηρούμενοι βρώματα Ἰουδαϊκὰ καὶ βουλόμενοι
ἀπέχεσθαι κρεῶν χοιρείων, θέλοντες σκεπάσαι τὴν νό-
σον αὐτῶν, προσεποιήθησαν μηδὲ ὅλως ἐσθίειν κρέα,
ἀλλ᾽ ἤσθιον λάχανα, ἵνα τῷ μὴ τρώγειν ὅλως κρέα
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 15
PG 61, 793-802
κρυβῇ ὁ ἔλεγχος τῆς ἀρχαίας συνηθείας. Εἰσελθὼν ὁ
60 Παῦλος λύει τὴν μάχην καὶ δείκνυσι τίνες μὲν καλῶς
φρονοῦσι, τίνες δὲ ἀσθενοῦσι καὶ λέγει· Ἀδελφοί, ὃς
μὲν πιστεύει φαγεῖν πάντα, ὡς Χριστιανός, ὡς πι-
στός· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Ὃς μὲν πι-
στεύει φαγεῖν πάντα, εἰδὼς ὅτι πάντα τῇ πίστει κα-
65 θαίρεται. Ὅτι πᾶν κτίσμα θεοῦ καλόν, φησὶν ὁ ἀπό-
στολος, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμ-
(802) βανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ . Ὁ δὲ
ἀσθενῶν. Ἀσθένειαν καλεῖ τὸ ἔτι τῇ Ἰουδαϊκῇ συν-
ηθείᾳ ἀκολουθεῖν. Ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Ἐνό-
μισαν πολλοὶ τὰ ῥήματα ταῦτα περὶ ἀσκητῶν εἰρῆσθαι
5 καὶ περὶ τῶν ἀδιαφόρως ἐσθιόντων. Οὐκ ἂν δὲ εἰς το-
σαύτην ἐξωλίσθησεν ἡ ἁγία γλῶσσα ἄτοπον ἀκολουθίαν,
ὥστε ἀσθενεῖς καλεῖν τοὺς ἀσκητάς, πιστοὺς δὲ τοὺς
ἐσθίοντας πάντα. Ἀλλὰ πρὸς διαφορὰν τῶν παραιτου-
μένων τὰ βρώματα τὰ Ἰουδαϊκὰ καὶ πρὸς τὴν ἀδιαφο-
10 ρίαν τῶν ἀδιακρίτως πάντα μεταλαμβανόντων λέγει·
Ὃς μὲν πιστεύει φαγεῖν πάντα ὡς χριστιανός, ὁ δὲ
ἀσθενῶν λάχανα ἐσθίει. Πλὴν καταστέλλει τὴν μάχην.
Ἔδειξε τὴν διαφοράν, ὅτι τοῦτο πίστεως, ἐκεῖνο δὲ
ἀσθενείας. Ὅτε δὲ ἤλεγξε, συνήγαγεν εἰς φιλίαν. Πλὴν
15 ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ἀντὶ τοῦ Ὁ
ἀπὸ Ἰουδαίων μὴ κρινέτω τὸν ἀπὸ Ἑλλήνων, ὅτι τρώ-
γει παρὰ τὸν νόμον Μωϋσέως. Καὶ ὁ ἐσθίων τὸν μὴ
ἐσθίοντα μὴ ἐξουθενείτω. Ἐξουθένουν γὰρ αὐτούς.
Οὐκ ἐγένεσθε Χριστιανοί, οὐδέπω ἐπιστεύσατε.
20 Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω. Ὁ θεὸς
γὰρ αὐτὸν προσελάβετο. Σὺ τις εἶ ὁ κρίνων ἀλλό-
τριον οἰκέτην; Ὅρα τὸ θαυμαστόν, πῶς ἐν τῷ αὐτῷ
καὶ ἐπιστομίζει τὴν μάχην καὶ δείκνυσιν Ἰουδαίοις
ὅτι χρείαν ἔχουσι διορθώσεως. Σὺ τις εἶ ὁ κρίνων ἀλ-
25 λότριον οἰκέτην; Ταῦτα λέγει τῷ ἀπὸ ἐθνῶν γενο-
μένῳ Χριστιανῷ· Σὺ τις εἶ ὁ κρίνων ἀλλότριον οἰκέ-
την; Ἀλλότριον λέγει, ἐπειδὴ ὑπὸ τὸν νόμον ἐδόκει
εἶναι. Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσε-
ται δέ· δυνατὸς ὁ κύριος στῆσαι αὐτόν.
30 Οὕτω περὶ τῶν Ἰουδαϊζόντων· Σταθήσεται δέ·
δυνατὸς γὰρ ὁ κύριος στῆσαι αὐτόν. Ἔπαυσε τὴν
μάχην καὶ πάλιν εἰσάγει τὴν εἰρήνην, ὥστε Σὺ τις
εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ
στήκει ἢ πίπτει· δυνατὸς ὁ κύριος στῆσαι αὐ-
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 16
PG 61, 793-802
35 τόν. Ὥστε ὃς μὲν κρίνει ἡμέραν παρ᾽ ἡμέραν, ὃς
δὲ κρίνει πᾶσαν ἡμέραν. Τί ἐστιν, Ὃς μὲν κρίνει
ἡμέραν παρ᾽ ἡμέραν; Ἐπειδὴ καὶ ἐν τοῖς Ἰουδαΐζουσιν
οἱ μὲν καθόλου ἀπέχονται βρωμάτων, φέρε εἰπεῖν χοι-
ρείων, οἱ δὲ κατὰ φανερὰς ἡμέρας τὸ σάββατον μόνον
40 τιμῶσι, λέγει· Ὃς μὲν κρίνει ἡμέραν παρ᾽ ἡμέραν,
φυλάττων τὸν νόμον· ὃς δὲ κρίνει πᾶσαν ἡμέραν.
Εἶτα· Ὁ φρονῶν τὴν ἡμέραν, κυρίῳ φρονεῖ· καὶ ὁ
μὴ φρονῶν τὴν ἡμέραν, κυρίῳ οὐ φρονεῖ. Καὶ ὁ
ἐσθίων, κυρίῳ ἐσθίει καὶ ὁ μὴ ἐσθίων, κυρίῳ οὐκ
45 ἐσθίει. Βλέπε πῶς παύει τὴν μάχην. Σὺ τις εἶ ὁ κρίνων
ἀλλότριον οἰκέτην; Ὥστε ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα
μὴ κρινέτω καὶ ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξου-
θενείτω. Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ
Χριστοῦ. Ἐνταῦθα πρόσεχε. Κατ᾽ ἐμαυτοῦ ὀμνύω, ὅτι
50 ἐμοὶ κάμψει πᾶν γόνυ. Καταστέλλει τημ μάχην τοίνυν
τῶν μαχομένων. Λέγει· Σὺ τις εἶ ὁ κρίνων ἀλλότριον
οἰκέτην; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ
Χριστοῦ. Πόθεν τοῦτο; Γέγραπται γάρ· Ζῶ ἐγὼ, λέ-
γει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ. Ὥστε Σὺ τί
55 κρίνεις τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησό-
μεθα τῷ βήματι τοῦ Χριστοῦ. Γέγραπται γάρ· Ζῶ
ἐγὼ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ
πᾶσα γλῶσσα ἐξομολογήσεται τὸν θεὸν τὸν ἀληθι-
νόν. Πρὸς ταῦτα εἴρηται, εἰ μετὰ σταυρὸν ἔλαβε
60 μισθὸν τοῦ προσκυνεῖσθαι, πῶς οἱ προφῆται πρὸ
τοῦ σταυροῦ τὴν προσκύνησιν ἐκηρυξαν; Ἀλλὰ ταῦτα μὲν
ἀρκούντως εἰρήσθω ἵνα καὶ ἡ τοῦ πατρὸς διδασκα-
λία σφραγίσῃ τὴν ἡμετέραν ἔννοιαν, καὶ κοινῇ πάντες
δόξαν ἀναπέμψωμεν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ
65 πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Transcribed, edited by S.J. Voicu. Formatted by K. Papadopoulos. v.1 17